Постинг
23.10.2022 11:36 -
От изгнание - Алкаей
Tyrtarion - De exilio (Alcaei carmen 24c Diehl) Ἀλκαίου περὶ ὑπερορίας. Ἄγνος τοῖς βιότοις παῖς ὀ τάλαις ἔγω ζώω μοῖραν ἔχων ἀγροϊωτίκαν ἰμέρρων ἀγόρας ἄκουσαι καρυζομένας, Ὦγεσιλαΐδα, καὶ βόλλας· τὰ πάτηρ καὶ πάτερος πάτηρ καγγέγηρασ’ ἔχοντες πεδὰ τωνδέων τῶν ἀλλαλοκάκων πολίταν, ἔγω δ’ἄπυ τούτων ἀπελήλαμαι φεύγων ἐσχατίαις· ὠς δ" Ὀνυμακλέης ἔνθαδ" οἶος ἐοίκησα λυκαιμίαις φεύγων τὸν πόλεμον· στάσιν γὰρ πρὸς κρέσσονας οὐκ ἄμεινον ὀννέλην· φεύγων δ’ αὖ μακάρων ἐς τέμενος θέων ἐοίκουν δὲ μελαίνας ἐπίβαις χθόνος· χλιαίνων̣ συνόδοισίν αὔταις οἴκημμι κάκων ἔκτος ἔχων πόδας, ὄππᾳ Λεσβίαδες κριννόμεναι φύαν πώλεντ" ἐλκεσίπεπλοι, περὶ δὲ βρέμει ἄχω θεσπεσία γυναίκων ἴρας ὀλολύγας ἐνιαυσίας. https://www.youtube.com/watch?v=wLEbMsexmAA&list=PL1273E23FBFFABCA8&index=13
Няма коментари
Вашето мнение
За да оставите коментар, моля влезте с вашето потребителско име и парола.